Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.44 Joseph. AJ 13.49 (English) >>Joseph. AJ 13.53

13.47Δημήτριον δὲ σφόδρα ταῦτʼ ἐλύπησεν μαθόντα καὶ τῆς βραδυτῆτος ἑαυτὸν ἐποίησεν αἰτιᾶσθαι, ὅτι μὴ προλαβὼν Ἀλέξανδρον αὐτὸς ἐφιλανθρωπεύσατο τὸν Ἰωνάθην, ἀλλʼ ἐκείνῳ καταλίποι καιρὸν εἰς τοῦτο. γράφει τοίνυν καὶ αὐτὸς ἐπιστολὴν τῷ Ἰωνάθῃ καὶ τῷ δήμῳ δηλοῦσαν τάδε· 13.48βασιλεὺς Δημήτριος Ἰωνάθῃ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. ἐπειδὴ διετηρήσατε τὴν πρὸς ἡμᾶς φιλίαν καὶ πειράσασιν ὑμᾶς τοῖς ἐμοῖς ἐχθροῖς οὐ προσέθεσθε, καὶ ταύτην μὲν ὑμῶν ἐπαινῶ τὴν πίστιν καὶ παρακαλῶ δὲ τοῖς αὐτοῖς ἐμμένειν ἀποληψομένους ἀμοιβὰς παρʼ ἡμῶν καὶ χάριτας. 13.49τοὺς γὰρ πλείστους ὑμῶν ἀνήσω τῶν φόρων καὶ τῶν συντάξεων, ἃς ἐτελεῖτε τοῖς πρὸ ἐμοῦ βασιλεῦσιν καὶ ἐμοί, νῦν τε ὑμῖν ἀφίημι τοὺς φόρους, οὓς ἀεὶ παρέχετε. πρὸς τούτοις καὶ τὴν τιμὴν ὑμῖν χαρίζομαι τῶν ἁλῶν καὶ τῶν στεφάνων, οὓς προσεφέρετε ἡμῖν, καὶ ἀντὶ τῶν τρίτων τοῦ καρποῦ καὶ τοῦ ἡμίσους τοῦ ξυλίνου καρποῦ τὸ γινόμενον ἐμοὶ μέρος ὑμῖν ἀφίημι ἀπὸ τῆς σήμερον ἡμέρας. 13.50καὶ ὑπὲρ κεφαλῆς ἑκάστης ἔδει μοι δίδοσθαι τῶν ἐν τῇ Ἰουδαίᾳ κατοικούντων καὶ τῶν τριῶν τοπαρχιῶν τῶν τῇ Ἰουδαίᾳ προσκειμένων Σαμαρείας καὶ Γαλιλαίας καὶ Περαίας, τούτους παραχωρῶ ὑμῖν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον. 13.51καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἱερὰν καὶ ἄσυλον εἶναι βούλομαι καὶ ἐλευθέραν ἕως τῶν ὅρων αὐτῆς ἀπὸ τῆς δεκάτης καὶ τῶν τελῶν. τὴν δὲ ἄκραν ἐπιτρέπω τῷ ἀρχιερεῖ ὑμῶν Ἰωνάθῃ, οὓς δʼ ἂν αὐτὸς δοκιμάσῃ πιστοὺς καὶ φίλους τούτους ἐν αὐτῇ φρουροὺς καταστῆσαι, ἵνα φυλάσσωσιν ἡμῖν αὐτήν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.44 Joseph. AJ 13.49 (English) >>Joseph. AJ 13.53

Powered by PhiloLogic